SBLGNT(i)
7 Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 8 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν ⸀μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν ⸀βασιλέων ⸀εἰσίν. 9 ἀλλὰ τί ἐξήλθατε⸂; προφήτην ἰδεῖν⸃; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
Matthew 11:7-9
SBL Greek NT Apparatus
8 μαλακοῖς WH Treg NIV ] + ἱματίοις RP • βασιλέων WH Treg NIV ] βασιλείων RP • εἰσίν Treg NIV RP ] – WH
9 ; προφήτην ἰδεῖν WH ] ἰδεῖν; προφήτην Treg NIV RP
8 μαλακοῖς WH Treg NIV ] + ἱματίοις RP • βασιλέων WH Treg NIV ] βασιλείων RP • εἰσίν Treg NIV RP ] – WH
9 ; προφήτην ἰδεῖν WH ] ἰδεῖν; προφήτην Treg NIV RP