SBLGNT(i)
22 Καὶ ⸀ἔρχονται εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ⸀ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν· Εἴ τι ⸀βλέπεις; 24 καὶ ἀναβλέψας ἔλεγεν· Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. 25 εἶτα πάλιν ⸀ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ⸂διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν⸃ τηλαυγῶς ⸀ἅπαντα.
Mark 8:22-25
SBL Greek NT Apparatus
22 ἔρχονται WH Treg NIV ] ἔρχεται RP
23 ἐξήνεγκεν WH Treg NIV ] ἐξήγαγεν RP • βλέπεις WH NIV ] βλέπει Treg RP
25 ἐπέθηκεν NIV RP ] ἔθηκεν WH Treg • διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν WH Treg NIV ] ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη καὶ ἐνέβλεψεν RP • ἅπαντα WH Treg NIV ] ἅπαντας RP