SBLGNT(i)
38 καὶ ⸀ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον ⸀καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, 39 καὶ εἰσελθὼν λέγει αὐτοῖς· Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. 40 καὶ κατεγέλων αὐτοῦ. ⸀αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ ⸀παιδίον·
Mark 5:38-40
SBL Greek NT Apparatus
38 ἔρχονται WH Treg NIV ] ἔρχεται RP • καὶ WH Treg NIV ] – RP
40 αὐτὸς WH Treg NIV ] Ὁ RP • παιδίον WH Treg NIV ] + ἀνακείμενον RP
38 ἔρχονται WH Treg NIV ] ἔρχεται RP • καὶ WH Treg NIV ] – RP
40 αὐτὸς WH Treg NIV ] Ὁ RP • παιδίον WH Treg NIV ] + ἀνακείμενον RP