SBLGNT(i)
35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν. 36 καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα ⸀πλοῖα ἦν μετ’ αὐτοῦ. 37 καὶ γίνεται λαῖλαψ ⸂μεγάλη ἀνέμου⸃, ⸂καὶ τὰ⸃ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ⸂ἤδη γεμίζεσθαι τὸ πλοῖον⸃. 38 καὶ ⸂αὐτὸς ἦν⸃ ⸀ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ⸀ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39 καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40 καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε; ⸀οὔπω ἔχετε πίστιν; 41 καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ⸀ὑπακούει αὐτῷ;
Mark 4:35-41
SBL Greek NT Apparatus
36 πλοῖα WH Treg NIV ] δὲ πλοιάρια RP
37 μεγάλη ἀνέμου WH Treg NIV ] ἀνέμου μεγάλη RP • καὶ τὰ WH Treg NIV ] τὰ δὲ RP • ἤδη γεμίζεσθαι τὸ πλοῖον WH Treg NIV ] αὐτὸ ἤδη γεμίζεσθα RP
38 αὐτὸς ἦν WH NIV ] ἦν αὐτὸς Treg RP • ἐν WH Treg NIV ] ἐπὶ RP • ἐγείρουσιν WH Treg NIV ] διεγείρουσιν RP
40 οὔπω WH Treg NIV ] οὕτως Πῶς οὐκ RP
41 ὑπακούει WH Treg NIV ] ὑπακούουσιν RP