SBLGNT(i)
21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ ⸀εὐθὺς τοῖς σάββασιν ⸂ἐδίδασκεν εἰς τὴν συναγωγήν⸃. 22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 καὶ ⸀εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν 24 λέγων· ⸀Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ ⸀φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 27 καὶ ἐθαμβήθησαν ⸀ἅπαντες, ὥστε συζητεῖν ⸂πρὸς ἑαυτοὺς⸃ λέγοντας· Τί ἐστιν τοῦτο; ⸂διδαχὴ καινή⸃· κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. 28 ⸂καὶ ἐξῆλθεν⸃ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς ⸀πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
Mark 1:21-28
SBL Greek NT Apparatus
21 εὐθὺς WH NIV ] εὐθέως Treg RP • ἐδίδασκεν εἰς τὴν συναγωγήν Holmes WHmarg ] εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν WH Treg NIV RP
23 εὐθὺς WH NIV ] – Treg RP
24 Τί WH Treg NIV ] Ἔα τί RP
26 φωνῆσαν WH Treg NIV ] κράξαν RP
27 ἅπαντες WH Treg NIV ] πάντες RP • πρὸς ἑαυτοὺς Treg NIV RP ] αὐτοὺς WH • διδαχὴ καινή WH Treg NIV ] Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη ὅτι RP
28 καὶ ἐξῆλθεν WH Treg NIV ] Ἐξῆλθεν δὲ RP • πανταχοῦ WH Treg NIV ] – RP