Mark 13:30-37

SBLGNT(i) 30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ⸂ταῦτα πάντα⸃ γένηται. 31 ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ ⸀μὴ ⸁παρελεύσονται. 32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ⸀τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ⸀ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. 33 βλέπετε ⸀ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν· 34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ⸀ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ⸀ἢ ὀψὲ ἢ ⸀μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ, 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας· 37 ⸀ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.
SBL Greek NT Apparatus

30 ταῦτα πάντα WH Treg NIV ] πάντα ταῦτα RP
31 ⸀παρελεύσονται WH Treg NIV ] παρελεύσεται RP • μὴ NIV RP ] – WH Treg • ⸁παρελεύσονται WH Treg NIV ] παρέλθωσιν RP
32 τῆς WH Treg NIV ] – RP • ἐν WH Treg NIV ] οἱ ἐν RP
33 ἀγρυπνεῖτε WH NIV ] + καὶ προσεύχεσθε Treg RP
34 ἑκάστῳ WH Treg NIV ] καὶ ἑκάστῳ RP
35 ἢ WH Treg NIV ] – RP • μεσονύκτιον WH Treg NIV ] μεσονυκτίου RP
37 ὃ WH Treg NIV ] Ἃ RP