Mark 10:38-51

SBLGNT(i) 38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, ⸀ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 οἱ δὲ εἶπαν αὐτῷ· Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ⸀Τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ⸀ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται. 41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42 ⸂καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς⸃ λέγει αὐτοῖς· Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43 οὐχ οὕτως δέ ⸀ἐστιν ἐν ὑμῖν· ἀλλ’ ὃς ⸀ἂν θέλῃ ⸂μέγας γενέσθαι⸃ ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, 44 καὶ ὃς ⸀ἂν θέλῃ ⸂ἐν ὑμῖν εἶναι⸃ πρῶτος, ἔσται πάντων δοῦλος· 45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. 46 Καὶ ἔρχονται εἰς Ἰεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ⸀ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος ⸀τυφλὸς ⸂προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν⸃. 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ ⸀Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν· ⸀Υἱὲ Δαυὶδ Ἰησοῦ, ἐλέησόν με. 48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. 49 καὶ στὰς ὁ Ἰησοῦς εἶπεν· ⸂Φωνήσατε αὐτόν⸃. καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· Θάρσει, ⸀ἔγειρε, φωνεῖ σε. 50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ⸀ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν. 51 καὶ ἀποκριθεὶς ⸂αὐτῷ ὁ Ἰησοῦς εἶπεν⸃· Τί ⸂σοι θέλεις ποιήσω⸃; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· Ραββουνι, ἵνα ἀναβλέψω.
SBL Greek NT Apparatus

38 ἢ WH Treg NIV ] καὶ RP
39 Τὸ WH Treg NIV ] + μὲν RP
40 ἢ WH Treg NIV ] καὶ RP
42 καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς RP
43 ἐστιν WH Treg NIV ] ἔσται RP • ἂν WH Treg NIV ] ἐὰν RP • μέγας γενέσθαι WH Treg NIV ] γενέσθαι μέγας RP
44 ἂν WH NIV ] ἐὰν Treg RP • ἐν ὑμῖν εἶναι WH NIV ] ὑμῶν εἶναι Treg; ὑμῶν γενέσθαι RP
46 ὁ WH Treg NIV ] – RP • τυφλὸς WH Treg NIV ] ὁ τυφλὸς RP • προσαίτης ἐκάθητο … ὁδόν WH Treg NA ] ἐκάθητο … ὁδὸν προσαιτῶν NIV RP
47 Ναζαρηνός WH Treg NIV ] Ναζωραῖός RP • Υἱὲ WH Treg NIV ] Ὁ ὑιὸς RP
49 Φωνήσατε αὐτόν WH Treg NIV ] αὐτὸν φωνηθῆναι RP • ἔγειρε WH Treg NIV ] ἔγειραι RP
50 ἀναπηδήσας WH Treg NIV ] ἀναστὰς RP
51 αὐτῷ ὁ Ἰησοῦς εἶπεν WH Treg NIV ] λέγει αὐτῷ ὁ Ἰησοῦς RP • σοι θέλεις ποιήσω WH Treg NIV ] θέλεις ποιήσω σοί RP