Luke 9:7-8

SBLGNT(i) 7 Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ ⸀γινόμενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ⸀ἠγέρθη ἐκ νεκρῶν, 8 ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης ⸀τις τῶν ἀρχαίων ἀνέστη.
SBL Greek NT Apparatus

7 γινόμενα WH Treg NIV ] + ὑπ᾽ αὐτοῦ RP • ἠγέρθη WH Treg NIV ] ἐγήγερται RP
8 τις WH Treg NIV ] εἷς RP