SBLGNT(i)
3 καὶ εἶπεν πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ⸀ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε ⸀ἀνὰ δύο χιτῶνας ἔχειν. 4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. 5 καὶ ὅσοι ⸀ἂν μὴ ⸀δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ⸀ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ⸀ἀποτινάσσετε εἰς μαρτύριον ἐπ’ αὐτούς. 6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
Luke 9:3-6
SBL Greek NT Apparatus
3 ῥάβδον WH Treg NIV ] ῥάβδους RP • ἀνὰ Treg NIV RP ] – WH
5 ἂν WH Treg NIV ] ἐάν RP • δέχωνται WH Treg NIV ] δέξωνται RP • ἐκείνης WH Treg NIV ] + καὶ RP • ἀποτινάσσετε WH NIV ] ἀποτινάξατε Treg RP
3 ῥάβδον WH Treg NIV ] ῥάβδους RP • ἀνὰ Treg NIV RP ] – WH
5 ἂν WH Treg NIV ] ἐάν RP • δέχωνται WH Treg NIV ] δέξωνται RP • ἐκείνης WH Treg NIV ] + καὶ RP • ἀποτινάσσετε WH NIV ] ἀποτινάξατε Treg RP