SBLGNT(i)
46 Τί δέ με καλεῖτε· Κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; 47 πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· 48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν ⸂διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν⸃. 49 ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρηξεν ὁ ποταμός, καὶ ⸂εὐθὺς συνέπεσεν⸃, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.
Luke 6:46-49
SBL Greek NT Apparatus
48 διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν WH Treg NIV ] τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν RP
49 εὐθὺς συνέπεσεν WH Treg NIV ] εὐθὲως ἔπεσεν RP
48 διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν WH Treg NIV ] τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν RP
49 εὐθὺς συνέπεσεν WH Treg NIV ] εὐθὲως ἔπεσεν RP