SBLGNT(i)
52 εἶπεν ⸀δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ⸀ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ· ἀλλ’ αὕτη ⸂ἐστὶν ὑμῶν⸃ ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους. 54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ ⸀εἰσήγαγον εἰς ⸂τὴν οἰκίαν⸃ τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
Luke 22:52-54
SBL Greek NT Apparatus
52 δὲ WH Treg NIV ] + ὁ RP • ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
53 ἐστὶν ὑμῶν WH Treg NIV ] ὑμῶν ἐστὶν RP
54 εἰσήγαγον WH Treg NIV ] + αὐτὸν RP • τὴν οἰκίαν WH Treg NIV ] τὸν οἶκον RP
52 δὲ WH Treg NIV ] + ὁ RP • ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
53 ἐστὶν ὑμῶν WH Treg NIV ] ὑμῶν ἐστὶν RP
54 εἰσήγαγον WH Treg NIV ] + αὐτὸν RP • τὴν οἰκίαν WH Treg NIV ] τὸν οἶκον RP