Luke 20:11-14

SBLGNT(i) 11 καὶ προσέθετο ⸂ἕτερον πέμψαι⸃ δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. 12 καὶ προσέθετο ⸂τρίτον πέμψαι⸃· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως ⸀τοῦτον ἐντραπήσονται. 14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ⸀ἀλλήλους λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· ⸀ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία·
SBL Greek NT Apparatus

11 ἕτερον πέμψαι WH Treg NIV ] πέμψαι ἕτερον RP
12 τρίτον πέμψαι WH Treg NIV ] πέμψαι τρίτον RP
13 τοῦτον WH Treg NIV ] + ἰδόντες RP
14 ἀλλήλους WH Treg NIV ] ἑαυτούς RP • ἀποκτείνωμεν WH Treg NIV ] δεῦτε ἀποκτείνωμεν RP