SBLGNT(i)
59 Καὶ ἐγένετο ἐν τῇ ⸂ἡμέρᾳ τῇ ὀγδόῃ⸃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. 60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης. 61 καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ⸂ἐκ τῆς συγγενείας⸃ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. 62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι ⸀αὐτό. 63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης ⸀ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες.
Luke 1:59-63
SBL Greek NT Apparatus
59 ἡμέρᾳ τῇ ὀγδόῃ WH Treg NIV ] ὀγδόῃ ἡμέρᾳ RP
61 ἐκ τῆς συγγενείας WH Treg NIV ] ἐν τῇ συγγενείᾳ RP
62 αὐτό WH Treg NIV ] αὐτόν RP
63 ἐστὶν WH Treg NIV ] + τὸ RP
59 ἡμέρᾳ τῇ ὀγδόῃ WH Treg NIV ] ὀγδόῃ ἡμέρᾳ RP
61 ἐκ τῆς συγγενείας WH Treg NIV ] ἐν τῇ συγγενείᾳ RP
62 αὐτό WH Treg NIV ] αὐτόν RP
63 ἐστὶν WH Treg NIV ] + τὸ RP