Luke 13:1-5

SBLGNT(i) 1 Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. 2 καὶ ⸀ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ⸀ταῦτα πεπόνθασιν; 3 οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοῆτε πάντες ⸀ὁμοίως ἀπολεῖσθε. 4 ἢ ἐκεῖνοι οἱ ⸀δεκαοκτὼ ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι ⸀αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας ⸀τοὺς ἀνθρώπους τοὺς ⸀κατοικοῦντας Ἰερουσαλήμ; 5 οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ ⸀μετανοῆτε πάντες ⸀ὡσαύτως ἀπολεῖσθε.
SBL Greek NT Apparatus

2 ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP • ταῦτα WH Treg NIV ] τοιαῦτα RP
3 ὁμοίως WH Treg NIV ] ὡσαύτως RP
4 δεκαοκτὼ WH NIV ] δέκα καὶ ὀκτὼ RP Treg • αὐτοὶ WH Treg NIV ] οὗτοι RP • τοὺς WH Treg NIV ] – RP • κατοικοῦντας WH Treg NIV ] + ἐν RP
5 μετανοῆτε NIV RP ] μετανοήσητε WH Treg • ὡσαύτως WH Treg NIV ] ὁμοίως RP