SBLGNT(i)
46 Ἦλθεν οὖν ⸀πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ. 47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ⸀ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν. 48 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. 49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. 50 λέγει αὐτῷ ὁ Ἰησοῦς· Πορεύου· ὁ υἱός σου ζῇ. ⸀ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ⸀ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο. 51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ⸀ὑπήντησαν ⸀αὐτῷ λέγοντες ὅτι ὁ παῖς ⸀αὐτοῦ ζῇ. 52 ἐπύθετο οὖν ⸂τὴν ὥραν παρ’ αὐτῶν⸃ ἐν ᾗ κομψότερον ἔσχεν· ⸂εἶπαν οὖν⸃ αὐτῷ ὅτι ⸀Ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. 53 ἔγνω οὖν ὁ πατὴρ ⸀ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ ⸀Ἰησοῦς· Ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. 54 τοῦτο ⸀δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.
John 4:46-54
SBL Greek NT Apparatus
46 πάλιν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
47 ἠρώτα WH Treg NIV ] + αὐτὸν RP
50 ἐπίστευσεν WH Treg NIV ] καὶ ἐπίστευσεν RP • ὃν WH Treg NIV ] ᾧ RP
51 ὑπήντησαν WH Treg NIV ] ἀπήντησαν RP • αὐτῷ WH NIV ] + καὶ ἀπήγγειλαν Treg RP • αὐτοῦ WH Treg NIV ] σου RP
52 τὴν ὥραν παρ’ αὐτῶν WH Treg NIV ] παρ’ αὐτῶν τὴν ὥραν RP • εἶπαν οὖν WH Treg NIV ] Καὶ εἶπον RP • Ἐχθὲς WH Treg NIV ] Χθὲς RP
53 ὅτι WH ] + ἐν Treg NIV RP• Ἰησοῦς WH Treg NIV ] + ὅτι RP
54 δὲ WH Treg NIV ] – RP