John 19:14-16

SBLGNT(i) 14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ⸂ἦν ὡς⸃ ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν. 15 ⸂ἐκραύγασαν οὖν ἐκεῖνοι⸃· Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον ⸀οὖν τὸν ⸀Ἰησοῦν·
SBL Greek NT Apparatus

14 ἦν ὡς WH Treg NIV ] δὲ ὡσεὶ RP
15 ἐκραύγασαν οὖν ἐκεῖνοι WH Treg NIV ] Οἱ δὲ ἐκραύγασαν RP
16 οὖν WH Treg NIV ] δὲ RP • Ἰησοῦν WH Treg NIV ] + καὶ ἤγαγον RP