John 18:29-30

SBLGNT(i) 29 ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ⸀ἔξω πρὸς αὐτοὺς καὶ ⸀φησίν· Τίνα κατηγορίαν φέρετε ⸀κατὰ τοῦ ἀνθρώπου τούτου; 30 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Εἰ μὴ ἦν οὗτος ⸂κακὸν ποιῶν⸃, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
SBL Greek NT Apparatus

29 ἔξω WH Treg NIV ] – RP • φησίν WH Treg NIV ] εἶπεν RP • κατὰ Treg NIV RP ] – WH
30 κακὸν ποιῶν WH Treg NIV ] κακοποιός RP