Acts 23:28-30

SBLGNT(i) 28 βουλόμενός ⸀τε ⸀ἐπιγνῶναι τὴν αἰτίαν δι’ ἣν ἐνεκάλουν αὐτῷ, ⸀κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν. 29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν ⸀δὲ ἄξιον θανάτου ἢ δεσμῶν ⸂ἔχοντα ἔγκλημα⸃. 30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ⸀ἄνδρα ἔσεσθαι ⸀ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις ⸀λέγειν πρὸς αὐτὸν ἐπὶ ⸀σοῦ.
SBL Greek NT Apparatus

28 τε WH Treg NIV ] δὲ RP • ἐπιγνῶναι WH Treg NIV ] γνῶναι RP • κατήγαγον WH Treg NIV ] + αὐτὸν RP
29 δὲ WH Treg NIV ] – RP • ἔχοντα ἔγκλημα WH Treg NIV ] ἔγκλημα ἔχοντα RP
30 ἄνδρα WH Treg NIV ] + μέλλειν RP • ἐξαυτῆς WH NIV ] ἐξ αὐτῶν Treg; ὑπὸ τῶν Ἰουδαίων ἐξαυτῆς RP • λέγειν WH Treg] + τὰ NIV RP • σοῦ WH Treg NIV ] + Ἔρρωσο RP