SBLGNT(i)
15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος ⸀καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, 16 ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ⸀ὁ γνωστὸς ⸂τοῦ ἀρχιερέως⸃ καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον. 17 λέγει οὖν ⸂τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός⸃· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· Οὐκ εἰμί. 18 εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ ⸂καὶ ὁ Πέτρος μετ’ αὐτῶν⸃ ἑστὼς καὶ θερμαινόμενος.
John 18:15-18
SBL Greek NT Apparatus
15 καὶ WH NIV ] + ὁ Treg RP
16 ὁ WH Treg NIV ] ὅς ἦν RP • τοῦ ἀρχιερέως WH Treg NIV ] τῷ ἀρχιερεῖ RP
17 τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός WH Treg NIV ] ἡ παιδίσκη ἡ θυρωρός τῷ Πέτρῳ RP
18 καὶ ὁ Πέτρος μετ᾽ αὐτῶν WH Treg NIV ] μετ᾽ αὐτῶν ὁ Πέτρος RP