James 2:2-4

SBLGNT(i) 2 ἐὰν γὰρ εἰσέλθῃ ⸀εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, 3 ⸂ἐπιβλέψητε δὲ⸃ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ ⸀εἴπητε· Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε· Σὺ στῆθι ⸂ἢ κάθου ἐκεῖ⸃ ὑπὸ τὸ ὑποπόδιόν μου, 4 ⸀οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
SBL Greek NT Apparatus

2 εἰς WH Treg NIV ] + τὴν RP
3 ἐπιβλέψητε δὲ WH NIV ] καὶ ἐπιβλέψητε Treg RP • εἴπητε WH Treg NIV ] + αὐτῷ RP • ἢ κάθου ἐκεῖ WH ] ἐκεῖ ἢ κάθου Treg NIV; ἐκεῖ ἢ κάθου ὧδε RP
4 οὐ WH Treg NIV] καὶ οὐ RP