James 2:10-13

SBLGNT(i) 10 ὅστις γὰρ ὅλον τὸν νόμον ⸂τηρήσῃ, πταίσῃ⸃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. 11 ὁ γὰρ εἰπών Μὴ ⸀μοιχεύσῃς εἶπεν καί Μὴ ⸀φονεύσῃς· εἰ δὲ οὐ ⸂μοιχεύεις φονεύεις⸃ δέ, γέγονας παραβάτης νόμου. 12 οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ⸀ἔλεος κρίσεως.
SBL Greek NT Apparatus

10 τηρήσῃ πταίσῃ WH Treg NIV ] τηρήσει πταίσει RP
11 μοιχεύσῃς WH Treg NIV ] μοιχεύσεις RP • φονεύσῃς WH Treg NIV ] φονεύσεις RP • μοιχεύεις φονεύεις WH Treg NIV ] μοιχεύσεις φονεύσεις RP
13 ἔλεος WH Treg NIV ] ἔλεον RP