SBLGNT(i)
22 καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. 23 Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. 24 οὐ γὰρ εἰς χειροποίητα ⸂εἰσῆλθεν ἅγια⸃ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν· 25 οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ’ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, 26 ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· ⸀νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ⸀ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται.
Hebrews 9:22-26
SBL Greek NT Apparatus
24 εἰσῆλθεν ἅγια WH Treg NIV ] ἅγια εἰσῆλθεν ὁ RP
26 νυνὶ WH Treg NIV ] νῦν RP • ἁμαρτίας NIV RP ] τῆς ἁμαρτίας WH Treg NA
24 εἰσῆλθεν ἅγια WH Treg NIV ] ἅγια εἰσῆλθεν ὁ RP
26 νυνὶ WH Treg NIV ] νῦν RP • ἁμαρτίας NIV RP ] τῆς ἁμαρτίας WH Treg NA