SBLGNT(i)
8 καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. 9 καὶ ὡς ἔπος εἰπεῖν, δι’ Ἀβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται, 10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ⸀Μελχισέδεκ. 11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπ’ ⸀αὐτῆς ⸀νενομοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; 12 μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. 13 ἐφ’ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ· 14 πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν ⸂περὶ ἱερέων οὐδὲν⸃ Μωϋσῆς ἐλάλησεν. 15 Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος, 16 ὃς οὐ κατὰ νόμον ἐντολῆς ⸀σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου, 17 ⸀μαρτυρεῖται γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ. 18 ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές, 19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ θεῷ. 20 Καὶ καθ’ ὅσον οὐ χωρὶς ὁρκωμοσίας (οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, 21 ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· Ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται, Σὺ ἱερεὺς εἰς τὸν ⸀αἰῶνα), 22 κατὰ ⸀τοσοῦτο ⸀κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. 23 Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· 24 ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· 25 ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
Hebrews 7:8-25
SBL Greek NT Apparatus
10 Μελχισέδεκ WH Treg NIV ] ὁ Μελχισέδεκ RP
11 αὐτῆς WH Treg NIV ] αὐτῇ RP • νενομοθέτηται WH Treg NIV ] νενομοθέτητο RP
14 περὶ ἱερέων οὐδὲν WH Treg NIV ] οὐδὲν περὶ ἱερωσύνης RP
16 σαρκίνης WH Treg NIV ] σαρκικῆς RP
17 μαρτυρεῖται WH Treg NIV ] μαρτυρεῖ RP
21 αἰῶνα WH Treg NIV ] + κατὰ τὴν τάξιν Μελχισεδέκ RP
22 τοσοῦτο WH Treg NIV ] τοσοῦτον RP • κρείττονος Treg RP ] καὶ κρείττονος WH NIV
10 Μελχισέδεκ WH Treg NIV ] ὁ Μελχισέδεκ RP
11 αὐτῆς WH Treg NIV ] αὐτῇ RP • νενομοθέτηται WH Treg NIV ] νενομοθέτητο RP
14 περὶ ἱερέων οὐδὲν WH Treg NIV ] οὐδὲν περὶ ἱερωσύνης RP
16 σαρκίνης WH Treg NIV ] σαρκικῆς RP
17 μαρτυρεῖται WH Treg NIV ] μαρτυρεῖ RP
21 αἰῶνα WH Treg NIV ] + κατὰ τὴν τάξιν Μελχισεδέκ RP
22 τοσοῦτο WH Treg NIV ] τοσοῦτον RP • κρείττονος Treg RP ] καὶ κρείττονος WH NIV