Hebrews 3:3-6

SBLGNT(i) 3 πλείονος γὰρ ⸂οὗτος δόξης⸃ παρὰ Μωϋσῆν ἠξίωται καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· 4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ ⸀δὲ πάντα κατασκευάσας θεός. 5 καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, 6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ⸀ὅς οἶκός ἐσμεν ἡμεῖς, ⸀ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ⸀ἐλπίδος κατάσχωμεν.
SBL Greek NT Apparatus

3 οὗτος δόξης WH Treg NIV ] δόξης οὗτος RP
4 δὲ WH Treg NIV ] + τὰ RP
6 ὅς Holmes ] οὗ WH Treg NIV RP • ἐὰν WH Treg ] ἐάνπερ NIV RP • ἐλπίδος NIV ] + μέχρι τέλους βεβαίαν WH Treg RP