1 Peter 2:5-7

SBLGNT(i) 5 καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς ⸀εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας ⸀εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ· 6 διότι περιέχει ⸀ἐν γραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ⸂ἀκρογωνιαῖον ἐκλεκτὸν⸃ ἔντιμον, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ. 7 ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· ⸀ἀπιστοῦσιν δὲ ⸀λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
SBL Greek NT Apparatus

5 εἰς WH Treg NIV] – RP • εὐπροσδέκτους WH Treg] + τῷ NIV RP
6 ἐν WH Treg NIV] + τῇ RP • ἀκρογωνιαῖον ἐκλεκτὸν Treg NIV RP] ἐκλεκτὸν ἀκρογωνιαῖον WH
7 ἀπιστοῦσιν WH Treg NIV] ἀπειθοῦσιν RP • λίθος WH Treg NIV] Λίθον RP