SBLGNT(i)
12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, 13 καὶ τροχιὰς ὀρθὰς ⸀ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. 14 Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, 15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ ⸂δι’ αὐτῆς⸃ μιανθῶσιν ⸀πολλοί, 16 μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια ⸀ἑαυτοῦ.
Hebrews 12:12-16
SBL Greek NT Apparatus
13 ποιεῖτε WH Treg NIV ] ποιήσατε RP
15 δι᾽ αὐτῆς WH NIV ] διὰ ταύτης Treg RP • πολλοί NIV RP ] οἱ πολλοί WH Treg
16 ἑαυτοῦ WH Treg NIV ] αὐτοῦ RP
13 ποιεῖτε WH Treg NIV ] ποιήσατε RP
15 δι᾽ αὐτῆς WH NIV ] διὰ ταύτης Treg RP • πολλοί NIV RP ] οἱ πολλοί WH Treg
16 ἑαυτοῦ WH Treg NIV ] αὐτοῦ RP