SBLGNT(i)
32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει ⸂με γὰρ⸃ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, ⸀Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα ⸀μαχαίρης, ⸀ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·
Hebrews 11:32-34
SBL Greek NT Apparatus
32 με γὰρ WH Treg NIV ] γὰρ με RP • Σαμψών WH Treg NIV ] τε καὶ Σαμψών καὶ RP
34 μαχαίρης WH Treg NIV ] μαχαίρας RP • ἐδυναμώθησαν WH Treg NIV ] ἐνεδυναμώθησαν RP
32 με γὰρ WH Treg NIV ] γὰρ με RP • Σαμψών WH Treg NIV ] τε καὶ Σαμψών καὶ RP
34 μαχαίρης WH Treg NIV ] μαχαίρας RP • ἐδυναμώθησαν WH Treg NIV ] ἐνεδυναμώθησαν RP