Galatians 3:27-29

SBLGNT(i) 27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· 28 οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· ⸀πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. 29 εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, ⸀κατ’ ἐπαγγελίαν κληρονόμοι.
SBL Greek NT Apparatus

28 πάντες WH NIV RP] ἅπαντες Treg
29 κατ᾽ WH Treg NIV] καὶ κατ᾽ RP