SBLGNT(i)
23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ⸀αὐτὸς σωτὴρ τοῦ σώματος. 24 ἀλλὰ ⸀ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες ⸀τοῖς ἀνδράσιν ἐν παντί. 25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ⸀γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, 26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27 ἵνα παραστήσῃ ⸀αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
Ephesians 5:23-27
SBL Greek NT Apparatus
23 αὐτὸς WH Treg NIV ] καὶ αὐτὸς ἐστιν RP
24 ὡς WH Treg NIV ] ὡσπερ RP • τοῖς WH Treg NIV ] + ἰδίοις RP
25 γυναῖκας WH Treg NIV ] + ἑαυτῶν RP
27 αὐτὸς WH Treg NIV ] αὐτὴν RP
23 αὐτὸς WH Treg NIV ] καὶ αὐτὸς ἐστιν RP
24 ὡς WH Treg NIV ] ὡσπερ RP • τοῖς WH Treg NIV ] + ἰδίοις RP
25 γυναῖκας WH Treg NIV ] + ἑαυτῶν RP
27 αὐτὸς WH Treg NIV ] αὐτὴν RP