SBLGNT(i)
4 ⸀τοῦτο λέγω ἵνα ⸀μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. 5 εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν. 6 Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, 7 ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ ⸀βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε, ⸀περισσεύοντες ἐν εὐχαριστίᾳ. 8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·
Colossians 2:4-8
SBL Greek NT Apparatus
4 τοῦτο WH NIV ] + δὲ Treg RP • μηδεὶς WH Treg NIV ] μή τις RP
7 βεβαιούμενοι WH Treg NIV ] + ἐν RP • περισσεύοντες Treg NIV ] + ἐν αὐτῇ WH RP
4 τοῦτο WH NIV ] + δὲ Treg RP • μηδεὶς WH Treg NIV ] μή τις RP
7 βεβαιούμενοι WH Treg NIV ] + ἐν RP • περισσεύοντες Treg NIV ] + ἐν αὐτῇ WH RP