Acts 9:36-39

SBLGNT(i) 36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ⸂ἔργων ἀγαθῶν⸃ καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ⸂ἔθηκαν αὐτὴν⸃ ἐν ὑπερῴῳ. 38 ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν ⸂δύο ἄνδρας⸃ πρὸς αὐτὸν παρακαλοῦντες· Μὴ ⸀ὀκνήσῃς διελθεῖν ἕως ⸀ἡμῶν· 39 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς.
SBL Greek NT Apparatus

36 ἔργων ἀγαθῶν WH Treg NIV ] ἀγαθῶν ἔργων RP
37 ἔθηκαν αὐτὴν Treg NIV] αὐτὴν ἔθηκαν RP; ἔθηκαν WH
38 δύο ἄνδρας WH Treg NIV ] – RP • ὀκνήσῃς WH Treg NIV ] ὀκνῆσαι RP • ἡμῶν WH Treg NIV ] αὐτῶν RP