SBLGNT(i)
11 ὁ δὲ κύριος πρὸς αὐτόν· ⸀Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ προσεύχεται, 12 καὶ εἶδεν ⸂ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι⸃ εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ ⸀χεῖρας ὅπως ἀναβλέψῃ. 13 ἀπεκρίθη δὲ Ἁνανίας· Κύριε, ⸀ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ⸂τοῖς ἁγίοις σου ἐποίησεν⸃ ἐν Ἰερουσαλήμ· 14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15 εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ⸂ἐστίν μοι⸃ οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ⸀ἐθνῶν ⸀τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ, 16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17 ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, ⸀Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. 18 καὶ εὐθέως ἀπέπεσαν ⸂αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν⸃ ⸀ὡς λεπίδες, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη, 19 καὶ λαβὼν τροφὴν ⸀ἐνίσχυσεν. Ἐγένετο ⸀δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς, 20 καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν ⸀Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. 21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ⸀ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
Acts 9:11-21
SBL Greek NT Apparatus
11 Ἀναστὰς Treg NIV RP ] Ἀνάστα WH
12 ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι WH Treg NIV ] ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν RP • χεῖρας Treg ] τὰς χεῖρας WH NIV; χεῖρα RP
13 ἤκουσα WH Treg NIV ] ἀκήκοα RP • τοῖς ἁγίοις σου ἐποίησεν WH Treg NIV ] ἐποίησεν τοῖς ἁγίοις σου RP
15 ἐστίν μοι WH Treg NIV ] μοι ἐστίν RP • ἐθνῶν Treg NIV RP ] τῶν ἐθνῶν WH • τε WH Treg NIV ] – RP
17 Ἰησοῦς WH Treg NIV ] – RP
18 αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν WH Treg NIV ] ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ RP • ὡς WH Treg NIV ] ὡσεὶ RP
19 ἐνίσχυσεν Treg NIV RP ] ἐνισχύθη WH • δὲ WH Treg NIV ] + ὁ Σαῦλος RP
20 Ἰησοῦν WH Treg NIV ] χριστόν RP
21 ἐν WH Treg RP ] εἰς NIV