SBLGNT(i)
21 ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς. 22 οἱ δὲ ⸂παραγενόμενοι ὑπηρέται⸃ οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν 23 λέγοντες ὅτι ⸀Τὸ δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ⸀ἐπὶ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν. 24 ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ ⸀τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο. 25 παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. 26 τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ⸀ἤγαγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ⸀μὴ λιθασθῶσιν. 27 Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς
Acts 5:21-27
SBL Greek NT Apparatus
22 παραγενόμενοι ὑπηρέται WH Treg NIV ] ὑπηρέται παραγενόμενοι RP
23 Τὸ WH Treg NIV ] + μὲν RP • ἐπὶ WH Treg NIV ] πρὸ RP
24 τε WH Treg NIV ] + ἱερεὺς καὶ ὁ RP
26 ἤγαγεν Treg RP ] ἦγεν WH NIV • μὴ WH Treg NIV ] ἵνα μὴ RP
22 παραγενόμενοι ὑπηρέται WH Treg NIV ] ὑπηρέται παραγενόμενοι RP
23 Τὸ WH Treg NIV ] + μὲν RP • ἐπὶ WH Treg NIV ] πρὸ RP
24 τε WH Treg NIV ] + ἱερεὺς καὶ ὁ RP
26 ἤγαγεν Treg RP ] ἦγεν WH NIV • μὴ WH Treg NIV ] ἵνα μὴ RP