Acts 26:6-8

SBLGNT(i) 6 καὶ νῦν ἐπ’ ἐλπίδι τῆς ⸀εἰς τοὺς πατέρας ⸀ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος, 7 εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ⸂ὑπὸ Ἰουδαίων, βασιλεῦ⸃· 8 τί ἄπιστον κρίνεται παρ’ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;
SBL Greek NT Apparatus

6 εἰς WH Treg NIV ] πρὸς RP • ἡμῶν WH Treg NIV ] – RP
7 ὑπὸ Ἰουδαίων βασιλεῦ WH Treg NIV ] βασιλεῦ Ἀγρίππα ὑπὸ Ἰουδαίων RP