Acts 25:8-11

SBLGNT(i) 8 ⸂τοῦ Παύλου ἀπολογουμένου⸃ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον. 9 ὁ Φῆστος δὲ ⸂θέλων τοῖς Ἰουδαίοις⸃ χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων ⸀κριθῆναι ἐπ’ ἐμοῦ; 10 εἶπεν δὲ ὁ Παῦλος· ⸂Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς⸃ εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ⸀ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. 11 εἰ μὲν ⸀οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι.
SBL Greek NT Apparatus

8 τοῦ Παύλου ἀπολογουμένου WH Treg NIV ] ἀπολογουμένου αὐτοῦ RP
9 θέλων τοῖς Ἰουδαίοις WH Treg NIV ] τοῖς Ἰουδαίοις θέλων RP • κριθῆναι WH Treg NIV ] κρίνεσθαι RP
10 Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς Treg NIV RP ] Ἑστὼς ἐπὶ τοῦ βήματος Καίσαρός WH • ἠδίκησα NIV RP ] ἠδίκηκα WH Treg
11 οὖν WH Treg NIV ] γὰρ RP