Acts 21:1-18

SBLGNT(i) 1 Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ’ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν ⸀Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα· 2 καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν. 3 ⸀ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ ⸀κατήλθομεν εἰς Τύρον, ἐκεῖσε γὰρ ⸂τὸ πλοῖον ἦν⸃ ἀποφορτιζόμενον τὸν γόμον. 4 ⸂ἀνευρόντες δὲ τοὺς⸃ μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος μὴ ⸀ἐπιβαίνειν εἰς ⸀Ἱεροσόλυμα. 5 ὅτε δὲ ἐγένετο ⸂ἐξαρτίσαι ἡμᾶς⸃ τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν ⸀προσευξάμενοι 6 ⸂ἀπησπασάμεθα ἀλλήλους, καὶ⸃ ⸀ἐνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. 7 Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ’ αὐτοῖς. 8 τῇ δὲ ἐπαύριον ἐξελθόντες ⸀ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρ’ αὐτῷ. 9 τούτῳ δὲ ἦσαν θυγατέρες ⸂τέσσαρες παρθένοι⸃ προφητεύουσαι. 10 ἐπιμενόντων ⸀δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἅγαβος, 11 καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου δήσας ⸀ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν· Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. 12 ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἰερουσαλήμ. 13 ⸂τότε ἀπεκρίθη⸃ ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου Ἰησοῦ. 14 μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες· ⸂Τοῦ κυρίου τὸ θέλημα⸃ ⸀γινέσθω. 15 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς ⸀Ἱεροσόλυμα· 16 συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ’ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. 17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ⸀ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί. 18 τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.
SBL Greek NT Apparatus

1 Κῶ WH Treg NIV ] Κῶν RP
3 ἀναφάναντες WH NIV ] ἀναφανέντες Treg RP • κατήλθομεν WH Treg NIV ] κατήχθημεν RP • τὸ πλοῖον ἦν WH Treg NIV ] ἦν τὸ πλοῖον RP
4 ἀνευρόντες δὲ τοὺς WH Treg NIV ] καὶ ἀνευρόντες RP • ἐπιβαίνειν WH Treg NIV ] ἀναβαίνειν RP • Ἱεροσόλυμα WH Treg NIV ] Ἱερουσαλήμ RP
5 ἐξαρτίσαι ἡμᾶς WH Treg ] ἡμᾶς ἐξαρτίσαι NIV RP • προσευξάμενοι WH Treg NIV ] προσηυξάμεθα RP
6 ἀπησπασάμεθα ἀλλήλους καὶ WH Treg NIV ] καὶ ἀσπασάμενοι ἀλλήλους RP • ἐνέβημεν WH Treg ] ἀνέβημεν NIV; ἐπέβημεν RP
8 ἤλθομεν WH Treg NIV ] οἱ περὶ τὸν Παῦλον ἦλθον RP
9 τέσσαρες παρθένοι WH Treg NIV ] παρθένοι τέσσαρες RP
10 δὲ WH Treg NIV ] + ἡμῶν RP
11 ἑαυτοῦ WH Treg NIV ] τε αὐτοῦ RP
13 τότε ἀπεκρίθη WH Treg NIV ] ἀπεκρίθη τότε RP
14 Τοῦ κυρίου τὸ θέλημα WH Treg NIV ] Τὸ θέλημα τοῦ κυρίου RP • γινέσθω WH Treg NIV ] γενέσθω RP
15 Ἱεροσόλυμα WH Treg NIV ] Ἱερουσαλήμ RP
17 ἀπεδέξαντο WH Treg NIV ] ἐδέξαντο RP