SBLGNT(i)
1 ⸀Ὁμοίως γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα ⸀καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται 2 ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. 3 ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, 4 ἀλλ’ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ ⸂πραέως καὶ ἡσυχίου⸃ πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. 5 οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ⸀εἰς θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, 6 ὡς Σάρρα ⸀ὑπήκουσεν τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. 7 Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ ⸀συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
1 Peter 3:1-7
SBL Greek NT Apparatus
1 Ὁμοίως WH Treg] + αἱ NIV RP • καὶ Treg NIV RP] – WH
4 πραέως καὶ ἡσυχίου Treg NIV RP] ἡσυχίου καὶ πραέως WH
5 εἰς WH Treg NIV] ἐπὶ RP
6 ὑπήκουσεν Treg NIV RP] ὑπήκουεν WH
7 συγκληρονόμοις WH Treg NIV] συγκληρονόμοι RP
1 Ὁμοίως WH Treg] + αἱ NIV RP • καὶ Treg NIV RP] – WH
4 πραέως καὶ ἡσυχίου Treg NIV RP] ἡσυχίου καὶ πραέως WH
5 εἰς WH Treg NIV] ἐπὶ RP
6 ὑπήκουσεν Treg NIV RP] ὑπήκουεν WH
7 συγκληρονόμοις WH Treg NIV] συγκληρονόμοι RP