SBLGNT(i)
1 Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ ⸀καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. 2 ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ⸀ποιῶμεν· 3 αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, 4 ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον. καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν· 5 τίς ⸂δέ ἐστιν⸃ ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ;
1 John 5:1-5
SBL Greek NT Apparatus
1 καὶ Treg NIV RP ] – WH
2 ποιῶμεν WH Treg NIV ] τηρῶμεν RP
5 δέ ἐστιν Treg NIV ] ἐστιν δὲ WH; ἐστιν RP
1 καὶ Treg NIV RP ] – WH
2 ποιῶμεν WH Treg NIV ] τηρῶμεν RP
5 δέ ἐστιν Treg NIV ] ἐστιν δὲ WH; ἐστιν RP