SBLGNT(i)
9 ἀλλὰ καθὼς γέγραπται· Ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ⸀ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. 10 ἡμῖν ⸀γὰρ ⸂ἀπεκάλυψεν ὁ θεὸς⸃ διὰ τοῦ ⸀πνεύματος, τὸ γὰρ πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. 11 τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ⸀ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. 12 ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν·
1 Corinthians 2:9-12
SBL Greek NT Apparatus
9 ὅσα WH Treg ] ἃ NIV RP
10 γὰρ WH ] δὲ Treg NIV RP • ἀπεκάλυψεν ὁ θεὸς WH Treg NIV ] ὁ θεὸς ἀπεκάλυψεν RP • πνεύματος WH Treg NIV ] + αὐτοῦ RP
11 ἔγνωκεν WH Treg NIV ] οἶδεν RP
9 ὅσα WH Treg ] ἃ NIV RP
10 γὰρ WH ] δὲ Treg NIV RP • ἀπεκάλυψεν ὁ θεὸς WH Treg NIV ] ὁ θεὸς ἀπεκάλυψεν RP • πνεύματος WH Treg NIV ] + αὐτοῦ RP
11 ἔγνωκεν WH Treg NIV ] οἶδεν RP