Matthew 20:23

SBLGNT(i) 23 ⸀λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου ⸀πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ ⸀εὐωνύμων οὐκ ἔστιν ⸀ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
SBL Greek NT Apparatus

23 λέγει WH Treg NIV ] Καὶ λέγει RP • πίεσθε WH Treg NIV ] + καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε RP • εὐωνύμων WH Treg NIV ] + μου RP • ἐμὸν WH Treg NIV RP ] + τοῦτο WHmarg NA