SBLGNT(i)
27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα ⸂καταισχύνῃ τοὺς σοφούς⸃, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά, 28 καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, ⸀τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, 29 ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ.
1 Corinthians 1:27-29
SBL Greek NT Apparatus
27 καταισχύνῃ τοὺς σοφούς WH Treg NIV ] τοὺς σοφούς καταισχύνῃ RP
28 τὰ Treg NIV ] καὶ τὰ WH RP
27 καταισχύνῃ τοὺς σοφούς WH Treg NIV ] τοὺς σοφούς καταισχύνῃ RP
28 τὰ Treg NIV ] καὶ τὰ WH RP