Zechariah 3:2-5

Brenton_Greek(i) 2 Καὶ εἶπε Κύριος πρὸς τὸν διάβολον,
Ἐπιτιμήσαι Κύριος ἐν σοί διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός;
3 Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ, καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου. 4 Καὶ ἀπεκρίθη καὶ εἶπε πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ, λέγων, ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπʼ αὐτοῦ· καὶ εἶπε πρὸς αὐτὸν, ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου· καὶ ἐνδύσατε αὐτὸν ποδήρη, 5 καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τήν κεφαλὴν αὐτοῦ· καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καί περιέβαλον αὐτὸν ἱμάτια· καὶ ὁ ἄγγελος Κυρίου εἱστήκει.