Zechariah 10:6-7

Brenton_Greek(i) 6 Καὶ κατισχύσω τὸν οἶκον Ἰούδα, καὶ τὸν οἶκον Ἰωσὴφ σώσω, καὶ κατοικιῶ αὐτοὺς, ὅτι ἠγάπησα αὐτοὺς, καὶ ἔσονται, ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς· διότι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν· καὶ ἐπακούσομαι αὐτοῖς, 7 καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφραὶμ, καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἐν οἴνῳ· καὶ τὰ τέκνα αὐτῶν ὄψονται, καὶ εὐφρανθήσονται, καὶ χαρεῖται ἡ καρδία αὐτῶν ἐπὶ τῷ Κυρίῳ.