Psalms 91:1-4

Brenton_Greek(i) 1 Αἶνος ᾠδῆς τῷ Δαυίδ.
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. 2 Ἐρεῖ τῷ Κυρίῳ, ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεὸς μου, καὶ ἐλπιῶ ἐπʼ αὐτόν. 3 Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, ἀπὸ λόγου ταραχώδους. 4 Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.