Psalms 109:1-3

Brenton_Greek(i) 1 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.
Ὁ Θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, 2 ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπʼ ἐμὲ ἠνοίχθη· ἐλάλησαν κατʼ ἐμοῦ γλώσσῃ δολίᾳ, 3 καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν.