Proverbs 9:16-18

Brenton_Greek(i) 16 Ὅς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρὸς μέ· καὶ τοῖς ἐνδεέσι φρονήσεως παρακελεύομαι λέγουσα, 17 ἄρτων κρυφίων ἡδέως ἅψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ.
18 Ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρʼ αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέταυρον ᾅδου συναντᾷ· ἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ, μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν, οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον· ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς ἵνα πολὺν ζήσῃς χρόνον, προστεθῇ δέ σοι ἔτη ζωῆς.