Brenton_Greek(i) 5 Ὡς καλοὶ οἱ οἶκοί σου Ἰακὼβ, αἱ σκηναί σου Ἰσραήλ. 6 Ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῷ, καὶ ὡσεὶ σκηναί, ἃς ἔπηξε Κύριος, καὶ ὡσεὶ κέδροι παρʼ ὕδατα.