Numbers 22:2-21

Brenton_Greek(i) 2 Καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ πάντα ὅσα ἐποίησεν Ἰσραὴλ τῷ Ἀμοῤῥαίῳ, 3 καὶ ἐφοβήθη Μωὰβ τὸν λαὸν σφόδρα ὅτι πολλοὶ ἦσαν· καὶ προσώχθισε Μωὰβ ἀπὸ προσώπου υἱῶν Ἰσραήλ. 4 Καὶ εἶπε Μωὰβ τῇ γερουσίᾳ Μαδιὰμ, νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ὑμῶν, ὡσεὶ ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου· καὶ Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον. 5 Καὶ ἀπέστειλε πρέσβεις πρὸς Βαλαὰμ υἱὸν Βεὼρ Φαθουρὰ, ὅ ἐστιν ἐπὶ τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ, καλέσαι αὐτὸν, λέγων, ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου, καὶ ἰδοὺ κατεκάλυψε τὴν ὄψιν τῆς γῆς, καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου. 6 Καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον, ὅτι ἰσχύει οὗτος ἢ ὑμεῖς, ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν, καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς· ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ, εὐλόγηνται, καὶ οὓς ἂν καταράσῃ σὺ, κεκατήρανται. 7 Καὶ ἐπορεύθη ἡ γερουσία Μωὰβ, καὶ ἡ γερουσία Μαδιὰμ, καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν· καὶ ἦλθον πρὸς Βαλαὰμ, καὶ εἶπαν αὐτῷ τὰ ῥήματα Βαλάκ. 8 Καὶ εἶπε πρὸς αὐτοὺς, καταλύσατε αὐτοῦ τὴν νύκτα, καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα ἃ ἂν λαλήσῃ Κύριος πρὸς μέ· καὶ κατέμειναν οἱ ἄρχοντες Μωὰβ παρὰ Βαλαάμ.
9 Καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ, καὶ εἶπεν αὐτῷ, τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοι; 10 Καὶ εἶπε Βαλαὰμ πρὸς τὸν Θεὸν, Βαλὰκ υἱὸς Σεπφὼρ, βασιλεὺς Μωὰβ, ἀπέστειλεν αὐτοὺς πρὸς με, λέγων, 11 ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου, καὶ κεκάλυφε τὴν ὄψιν τῆς γῆς, καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου, καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτὸν, εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν, καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς. 12 Καὶ εἶπεν ὁ Θεὸς πρὸς Βαλαὰμ, οὐ πορεύσῃ μετʼ αὐτῶν, οὐδὲ καταράσῃ τὸν λαόν· ἔστι γὰρ εὐλογημένος. 13 Καὶ ἀναστὰς Βαλαὰμ τοπρωῒ, εἶπε τοῖς ἄρχουσι Βαλὰκ, ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν, οὐκ ἀφίησί με ὁ Θεὸς πορεύεσθαι μεθʼ ὑμῶν. 14 Καὶ ἀναστάντες οἱ ἄρχοντες Μωὰβ, ἦλθον πρὸς Βαλὰκ, καὶ εἶπαν, οὐ θέλει Βαλαὰμ πορευθῆναι μεθʼ ἡμῶν.
15 Καὶ προσέθετο Βαλὰκ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους, καὶ ἐντιμοτέρους τούτων. 16 Καὶ ἦλθον πρὸς Βαλαὰμ, καὶ λέγουσιν αὐτῷ, τάδε λέγει Βαλὰκ ὁ τοῦ Σεπφώρ· ἀξιῶ σε μὴ ὀκνήσῃς ἐλθεῖν πρὸς με· 17 ἐντίμως γὰρ τιμήσω σε, καὶ ὅσα ἐὰν εἴπῃς ποιήσω σοι· καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον. 18 Καὶ ἀπεκρίθη Βαλαὰμ, καὶ εἶπε τοῖς ἄρχουσι Βαλὰκ, ἐὰν δῷ μοι Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα Κυρίου τοῦ Θεοῦ, ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου. 19 Καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην, καὶ γνώσομαι τί προσθήσει Κύριος λαλῆσαι πρὸς με. 20 Καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ νυκτὸς, καὶ εἶπεν αὐτῷ, εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθησον αὐτοῖς· ἀλλὰ τὸ ῥῆμα ὃ ἐὰν λαλήσω πρὸς σε, τοῦτο ποιήσεις.
21 Καὶ ἀναστὰς Βαλαὰμ τοπρωῒ, ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωάβ.