Numbers 20:24-28

Brenton_Greek(i) 24 προστεθήτω Ἀαρὼν πρὸς τὸν λαὸν αὐτοῦ, ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἣν δέδωκα τοῖς υἱοῖς Ἰσραὴλ, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας. 25 Λάβε τὸν Ἀαρὼν, καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀναβίβασον αὐτοὺς εἰς Ὢρ τὸ ὄρος, ἔναντι πάσης τῆς συναγωγῆς, 26 καὶ ἔκδυσον Ἀαρὼν τὴν στολὴν αὐτοῦ, καὶ ἔνδυσον Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ· καὶ Ἀαρὼν προστεθεὶς ἀποθανέτω ἐκεῖ. 27 Καὶ ἐποίησε Μωυσῆς καθὰ συνέταξε Κύριος αὐτῷ, καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ὢρ τὸ ὄρος, ἐναντίον πάσης τῆς συναγωγῆς 28 καὶ ἐξέδυσε τὸν Ἀαρὼν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ· καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, καὶ κατέβη Μωυσῆς καὶ Ἐλεάζαρ ἐκ τοῦ ὄρους.