Nehemiah 9:10-17

Brenton_Greek(i) 10 Καὶ ἔδωκας σημεῖα καὶ τέρατα ἐν Αἰγύπτῳ ἐν Φαραῷ, καὶ ἐν πᾶσι τοῖς παισὶν αὐτοῦ, καὶ ἐν παντὶ τῷ λαῷ τῆς γῆς αὐτοῦ, ὅτι ἔγνως ὅτι ὑπερηφάνησαν ἐπʼ αὐτούς καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη. 11 Καὶ τὴν θάλασσαν ἔῥῥηξας ἐνώπιον αὐτῶν, καὶ παρήλθοσαν ἐν μέσῳ τῆς θαλάσσης ἐν ξηρασίᾳ, καὶ τοὺς καταδιώξοντας αὐτοὺς ἔῤῥιψας εἰς βυθὸν, ὡσεὶ λίθον ἐν ὕδατι σφοδρῷ.
12 Καὶ ἐν στύλῳ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας, καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα, τοῦ φωτίσαι αὐτοῖς τὴν ὁδὸν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ. 13 Καὶ ἐπὶ ὄρος Σινὰ κατέβης, καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανοῦ, καὶ ἔδωκας αὐτοῖς κρίματα εὐθέα, καὶ νόμους ἀληθείας, προστάγματα, καὶ ἐντολὰς ἀγαθάς. 14 Καὶ τὸ σάββατόν σου τὸ ἅγιον ἐγνώρισας αὐτοῖς, ἐντολὰς καὶ προστάγματα καὶ νόμον ἐνετείλω αὐτοῖς ἐν χειρὶ Μωυσῆ δούλου σου. 15 Καὶ ἄρτον ἐξ οὐρανοῦ ἔδωκας αὐτοῖς εἰς σιτοδοτίαν αὐτῶν, καὶ ὕδωρ ἐκ πέτρας ἐξήνεγκας αὐτοῖς εἰς δίψαν αὐτῶν· καὶ εἶπας αὐτοῖς εἰσελθεῖν κληρονομῆσαι τὴν γῆν ἐφʼ ἣν ἐξέτεινας τὴν χεῖρά σου δοῦναι αὐτοῖς.
16 Καὶ αὐτοὶ καὶ οἱ πατέρες ἡμῶν ὑπερηφανεύσαντο, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν, καὶ οὐκ ἤκουσαν τῶν ἐντολῶν σου, 17 καὶ ἀνένευσαν τοῦ εἰσακοῦσαι, καὶ οὐκ ἐμνήσθησαν τῶν θαυμασίων σου ὧν ἐποίησας μετʼ αὐτῶν· καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν, καὶ ἔδωκαν ἀρχὴν ἐπιστρέψαι εἰς δουλείαν αὐτῶν ἐν Αἰγύπτῳ· καὶ σὺ ὁ Θεὸς ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος, καὶ οὐκ ἐγκατέλιπες αὐτούς.